Перевод: с греческого на все языки

со всех языков на греческий

τὶν δὲ τούτων ἐξυφαίνονται χάριτες

  • 1 χάρις

    χᾰρῐς (-ις, -ιν; -ιτες, -ίτων, -ίτεσσιν), - ιςςιν), -ιτας, -ιτες.)
    1
    a splendour, honour, glory of the lustre given by achievement, esp. in games.

    Πίσας τε καὶ Φερενίκου χάρις O. 1.18

    αἰὼν δ' ἔφεπε μόρσιμος πλοῦτον τε καὶ χάριν ἄγων γνησίαις ἐπ ἀρεταῖς O. 2.10

    ὦ Ζεῦ, δίδοι τέ οἱ αἰδοίαν χάριν καὶ ποτ' ἀστῶν καὶ ποτὶ ξείνων O. 7.89

    Ἐρατιδᾶν τοι σὺν χαρίτεσσιν ἔχει θαλίας καὶ πόλις O. 7.93

    καὶ Νεμέᾳ γὰρ ὁμῶς ἐρέω ταύταν χάριν O. 8.57

    κατακρύπτει δ' οὐ κόνις συγγόνων κεδνὰν χάριν O. 8.80

    καί νυν ἐπωνυμίαν χάριν νίκας ἀγερώχου κελαδησόμεθα (v. ἐπωνύμιος) O. 10.78

    σφὸν ὄλβον υἱῷ τε κοινὰν χάριν ἔνδικόν τ' Ἀρκεσίλᾳ P. 5.102

    νικῶντί γε χάριν, εἴ τι πέραν ἀερθεὶς ἀνέκραγον, οὐ τραχύς εἰμι καταθέμεν N. 7.75

    κλειναῖς λτ;τγτ; Ἐρεχθειδᾶν χαρίτεσσιν ἀραρὼς ταῖς

    λιπαραῖς ἐν Ἀθάναις I. 2.19

    ἀλλὰ παλαιὰ γὰρ εὕδει χάρις (i. e. ἔργων παλαιῶν) I. 7.17 acc. s. pro prep., for the glory of, for the sake of c. dat., gen.,

    συμποσίου τε χάριν κᾶδός τε τιμάσαις ἑόν O. 7.5

    ὄφρα Θέμιν ἱερὰν Πυθῶνά τε καὶ ὀρθοδίκαν γᾶς ὀμφαλὸν κελαδήσετ' ἄκρᾳ σὺν ἑσπέρᾳ ἑπταπύλοισι Θήβαις χάριν P. 11.12

    b
    I lustre, glory given by poetry

    τὶν δ' ἁδυεπής τε λύρα γλυκύς τ αὐλὸς ἀναπάσσει χάριν O. 10.94

    σὺν Ὀρσέᾳ δέ νιν κωμάξομαι τερπνὰν ἐπιστάζων χάριν I. 4.72

    θεὸς ὁ πάντα τεύχων βροτοῖς καὶ χάριν ἀοιδᾷ φυτεύει fr. 141. acc. s. pro prep., c. gen.,

    τὸ Καστόρειον δ' ἐν Αἰολίδεσσι χορδαῖς θέλων ἄθρησον χάριν ἑπτακτύπου φόρμιγγος ἀντόμενος P. 2.70

    σέθεν ἁδυεπὴς ὕμνος ὁρμᾶται θέμεν αἶνον ἀελλοπόδων μέγαν ἵππων, Ζηνὸς Αἰτναίου χάριν N. 1.6

    and so, ἀγαυὸν καλάμῳ συνάγεν θρόον μήδεσί τε φρενὸς ὑμετέραν χάριν as a glory for you Pae. 9.37
    II pl., poems, songs ταὶ Διωνύσου πόθεν ἐξέφανεν σὺν βοηλάτᾳ χάριτες διθυράμβῳ; O. 13.19 ἀμφοτερᾶν τοι χαρίτων σὺν θεοῖς ζεύξω τέλος, καὶ τὸν ἀκερσεκόμαν Φοῖβον χορεύων καὶ τὰν ἁλιερκέα Ἰσθμοῦ δειράδ (i. e. songs for both Thebes and Delos) I. 1.6

    χρὴ δὲ κωμάζοντ' ἀγαναῖς χαρίτεσσιν βαστάσαι I. 3.8

    c
    I favour, blessing

    ναυσιφορήτοις δ' ἀνδράσι πρώτα χάρις πομπαῖον ἐλθεῖν οὖρον P. 1.33

    τῷ μὲν διδύμας χάριτας εἰ κατέβαν ὑγίειαν ἄγων χρυσέαν κῶμόν τ P. 3.72

    τὶν δὲ τούτων ἐξυφαίνονται χάριτες P. 4.275

    γλυκυτάτᾳ γενεᾷ εὐώνυμον κτεάνων κρατίσταν χάριν πορών P. 11.58

    οὐδ' ἀμόχθῳ καρδίᾳ παραιτεῖται χάριν (i. e. τὰ Ὀλύμπια νικῆσαι Σ.) N. 10.30 ἐπί τε κλυτὰν πέμπετε χάριν, θεοί benison fr. 75. 2. ὁ [Λοξ]ίας [πρό]φρων ἀθανάταν χάριν Θήβαις ἐπιμείξων Παρθ. 2.. χάριτάς τ' Ἀφροδισίων ἐρώτων fr. 128. 1.
    II goodwill, goodfeeling: gratitude, thanksφίλια δῶρα Κυπρίας ἄγ' εἴ τι, Ποσείδαον, ἐς χάριν τέλλεταιO. 1.75 ἄνεται δὲ πρὸς χάριν εὐσεβίας ἀνδρῶν λιταῖς in gratitude for their piety O. 8.8

    ὁπᾷ τε κοινὸν λόγον φίλαν τείσομεν ἐς χάριν O. 10.12

    νικῶν Ἴλᾳ φερέτω χάριν Ἁγησίδαμος O. 10.17

    ἀρέομαι πὰρ μὲν Σαλαμῖνος Ἀθαναίων χάριν μισθόν P. 1.76

    ἄγει δὲ χάρις φίλων ποί τινος ἀντὶ ἔργων ὀπιζομένα P. 2.17

    οὐδὲ μολόντων πὰρ ματέρ' ἀμφὶ γέλως γλυκὺς ὦρσεν χάριν P. 8.86

    Θώρακος, ὅσπερ ἐμὰν ποιπνύων χάριν τόδ' ἔζευξεν ἅρμα Πιερίδων (“dans son zèle pour ma cause,” Puech: cf. Πα. 9. 37) P. 10.64 ἁδεῖα δ' ἔνδον μιν ἔκνιξεν χάρις (ἡδονή Σ.) I. 6.50 acc. s. pro prep., Διὸς δὲ χάριν ἐκ προτέρων μεταμειψάμενοι καμάτων by the grace of Zeus P. 3.95
    d χάριν prep., v. l. a. fin., 1. b. α. fin., 1. c. β. fin.
    e fragg.

    ε]ὐκλέα χάριν Pae. 2.103

    χάριν Πα. 12. a. 11. χ]άριν [ἀμ]φέπων (vix κίθαριν, Snell) fr. 215b. 7. Ποσειδᾶνος χά[ρι]ν ?fr. 345a. 9.
    2 pro pers.,
    a s., Charm, Grace

    Χάρις δ, ἅπερ ἅπαντα τεύχει τὰ μείλιχα θνατοῖς O. 1.30

    οἷς αἰδοία ποτιστάξῃ Χάρις εὐκλέα μορφάν O. 6.76

    ἄλλοτε δ' ἄλλον ἐποπτεύει Χάρις ζωθάλμιος O. 7.11

    ἐν δ' ἄρα καὶ Τενέδῳ Πειθώ τ ἔναιεν καὶ Χάρις υἱὸν Ἁγησίλα ( χάρισ coni. van Groningen; varie tentabant locum docti, e. g. lacunam post υἱὸν ponentes) fr. 123. 14
    b pl., the Graces, Aglaia, Euphrosyne, Thalia, daughters of Zeus and ?Eurynome, worshipped chiefly at Orchomenos.

    κοιναὶ Χάριτες ἄνθεα τεθρίππων δυωδεκαδρόμων ἄγαγον O. 2.50

    Οὐλυμπιονίκαν δέξαι Χαρίτων θ' ἕκατι τόνδε κῶμον O. 4.9

    ἐξαίρετον Χαρίτων νέμομαι κᾶπον O. 9.27

    ὦ λιπαρᾶς ἀοίδιμοι βασίλειαι Χάριτες Ἐρχομενοῦ O. 14.4

    οὐδὲ γὰρ θεοὶ σεμνᾶν Χαρίτων ἄτερ κοιρανέοντι χοροὺς οὔτε δαῖτας O. 14.8

    ἄνευ οἱ Χαρίτων τέκεν γόνον (i. e. ἄχαριν, graceless) P. 2.42

    σὲ δ' ἠύκομοι φλέγοντι Χάριτες P. 5.45

    ἦ γὰρ ἑλικώπιδος Ἀφροδίτας ἄρουραν ἢ Χαρίτων ἀναπολίζομεν P. 6.2

    ἔπεσε δ' οὐ Χαρίτων ἑκὰς ἁ δικαιόπολις νᾶσος P. 8.21

    σὺν βαθυζώνοισιν ἀγγέλλων Τελεσικράτη Χαρίτεσσι γεγωνεῖν P. 9.3

    Χαρίτων κελαδεννᾶν μή με λίποι καθαρὸν φέγγος P. 9.89

    παρὰ καλλιχόρῳ πόλι Χαρίτων Καφισίδος ἐν τεμένει (at Orchomenos) P. 12.26

    ὅ τι κε σὺν Χαρίτων τύχᾳ γλῶσσα φρενὸς ἐξέλοι βαθείας N. 4.7

    φέρε στεφανώματα σὺν ξανθαῖς Χάρισσιν N. 5.54

    παρὰ Κασταλίαν τε Χαρίτων ἑσπέριος ὁμάδῳ φλέγεν N. 6.37

    εὔχομαι ταύταν ἀρετὰν κελαδῆσαι σὺν Χαρίτεσσιν N. 9.54

    Χάριτες, Ἄργος Ἥρας δῶμα θεοπρεπὲς ὑμνεῖτε N. 10.1

    Χαρίτεσσί τε καὶ σὺν Τυνδαρίδαις θαμάκις N. 10.38

    σὺν Χάρισιν δ' ἔμολον Λάμπωνος υἱοῖς I. 5.21

    τὰν Ψαλυχιαδᾶν δὲ πάτραν Χαρίτων ἄρδοντι καλλίστᾳ δρόσῳ I. 6.63

    χρὴ δ' ἐν ἑπταπύλοισι Θήβαις τραφέντα Αἰγίνᾳ Χαρίτων ἄωτον προνέμειν I. 8.16

    Χάρισι πάσαι[ς fr. 6. e.

    χάριτε[ς Pae. 3.2

    ]Χάρισι Pae. 4.13

    σε, χρυσέα κλυτόμαντι Πυθοῖ, λίσσομαι Χαρίτεσσίν τε καὶ σὺν Ἀφροδίτᾳ με δέξαι Pae. 6.3

    Χαρίτεσσί μοι ἀγχιθ[ Pae. 7.10

    μήλ]ων Χαρίτεσσι μίγδαν [Κύ]νθιον παρὰ κρημνόν Pae. 12.7

    σεμνᾶν Χαρίτων μέλημα τερπνόν (sc. ὦ Πάν: on account of his skill in dancing and piping) fr. 95. 3. Εὐρυνόμα Χάριτ[ας] π[ ]ασσιας ἔτικτεν ( Εὐρυνόμα Blass: ευρυχμα Π: π[αραθαλ]ασσίας coni. Snell) ?fr. 333a. 10. σὺν Χαρίτ[εσσι P. Oxy. 841, fr. 112.

    Lexicon to Pindar > χάρις

  • 2 οὗτος

    οὗτος (οὗτος, τούτῳ, τοῦτον, τούτων, τούτοις; ταύτας, ταύτᾳ, ταύταν, ταύταις; τοῦτο) nom., acc., ταῦτα, τούτων, ταῦτα).)
    1
    a this, that I have just mentioned.

    ἔχει δ' ἀπάλαμον βίον τοῦτον ἐμπεδόμοχθον O. 1.59

    ἀλλ' ἐμοὶ μὲν οὗτος ἄεθλος ὑποκείσεται O. 1.84

    ἔχων τοῦτο κᾶδος O. 1.107

    ἴστω γὰρ ἐν τούτῳ πεδίλῳ δαιμόνιον πόδ' ἔχων Σωστράτου υἱός i. e. the character I have just outlined fits him O. 6.8

    κεῖναι γὰρ ἐξ ἀλλᾶν ὁδὸν ἁγεμονεῦσαι ταύταν ἐπίστανται O. 6.26

    ᾤχετ' ἰὼν ταύτας πεῤ ἀτλάτου πάθας O. 6.38

    τὸ καὶ κατεφάμιξεν καλεῖσθαί μιν χρόνῳ σύμπαντι μάτηρ τοῦτ' ὄνυμ ἀθάνατον O. 6.57

    ἀπό μοι λόγον τοῦτον, στόμα, ῥῖψον i. e. what I have just said O. 9.36

    ταύτᾳ δ' ἐν πρωτογόνῳ τελετᾷ O. 10.51

    ἀφθόνητος δ' αἶνος Ὀλυμπιονίκαις οὗτος ἄγκειται O. 11.8

    ὃς τοῦτ' ἐφέπεις ὄρος P. 1.30

    ὁ δὲ λόγος ταύταις ἐπὶ συντυχίαις δόξαν φέρει P. 1.36

    ἔσχε τοι ταύταν μεγάλαν ἀυάταν καλλιπέπλου λῆμα Κορωνίδος P. 3.24

    ἐν τούτῳ λόγῳ P. 4.59

    παισὶ τούτοις ὄγδοον θάλλει μέρος Ἀρκεσίλας ( τούτοιο) coni. Christ: τεοῖς Wil.: these, your children the adj. has no specific prior reference) P. 4.65 τούτων μὲν κεφάλαια λόγων ἴστεP. 4.116 τοῦτον ἄεθλον ἑκὼν τέλεσονP. 4.165

    σύνθεσιν ταύταν ἐπαινήσαντες P. 4.168

    μάλιστα μὲν Κρονίδαν σέβεσθαι· ταύτας δὲ μή ποτε τιμᾶς ἀμείρειν γονέων βίον P. 6.26

    ἔγεντο καὶ πρότερον Ἀντίλοχος βιατὰς νόημα τοῦτο φέρων P. 6.29

    ἀλλ' ἐπεὶ ἐκ τούτων φίλον ἄνδρα πόνων ἐρρύσατο P. 12.18

    ταύταν μεθέπων Διόθεν αἶσαν N. 6.13

    κράτησεν ἀπὸ ταύτας αἷμα πάτρας Καλλίας (i. e. the Bassidai, v. 31) N. 6.35 Μολοσσίᾳ δ' ἐμβασίλευεν ὀλίγον χρόνον· ἀτὰρ γένος αἰεὶ φέρει

    τοῦτό οἱ γέρας N. 7.40

    οὐκ ἔχω εἰπεῖν τίνι τοῦτο Μοῖρα τέλος ἔμπεδον ὤρεξε (i. e. εὐδαιμονίαν ἅπασαν) N. 7.57

    ποτίφορος δ' ἀγαθοῖσι μισθὸς οὗτος N. 7.63

    δέδορκεν παιδὶ τοῦθ' Ἁγησιδάμου φέγγος ἐν ἁλικίᾳ πρώτᾳ (i. e. κλέος) N. 9.42

    Ζεῦ πάτερ, εὔχομαι ταύταν ἀρετὰν κελαδῆσαι σὺν Χαρίτεσσιν N. 9.54

    καὶ γυναιξὶν καλλικόμοισιν ἀριστεύει πάλαι (sc. Ἄργος). Ζεὺς ἐπ' Ἀλκμήναν Δανάαν τε μολὼν τοῦτον κατέφανε λόγον (Er. Schmid e Σ: τὸν codd.) N. 10.11 ( Διόσκουροι)

    πότμον ἀμπιπλάντες ὁμοῖον· ἐπεὶ τοῦτον εἵλετ' αἰῶνα Πολυδεύκης N. 10.58

    πάντ' ἔχεις εἴ σε τούτων μοῖῤ ἐφίκοιτο καλῶν (i. e. εὐτυχία καὶ εὐλογία v. 13) I. 5.15

    Λάμπων δὲ μελέταν ἔργοις ὀπάζων Ἡσιόδου μάλα τιμᾷ τοῦτ' ἔπος I. 6.67

    ὅστις ἐν ταύτᾳ νεφέλᾳ χάλαζαν αἵματος πρὸ φίλας πάτρας ἀμύνεται (i. e. a reference to the battle implied in χάλκασπις Ἄρης v. 25) I. 7.27 εἰ δέ τις ἀνθρώποισι θεόσδοτος ἀτληκηκοτας προστύχῃ, ταύταν σκότει κρύπτειν ἔοικεν ( ἀτλάτα κακότας coni. Boeckh) fr. 42. 6. τοῦτον ἔσχετε τεθμόν (i. e. πιθεῖν σοφούς v. 52) Πα... ἐμοὶ δὲ τοῦτο[ν δ]ιέδωκ.ν ἀθάνατον πόνον Πα. 7B. 21. pro subs.,

    τούτων ἔδοξεν γυμνὸς αὐτῷ κᾶπος ὑπακούεμεν O. 3.24

    τοῦτό γε οἱ σαφέως μαρτυρήσω O. 6.20

    ὁ δ' ἐπαντέλλων χρόνος τοῦτο πράσσων μὴ κάμοι O. 8.29

    Δὶ τοῦτ' Ἐνυαλίῳ τ ἐκδώσομεν πράσσειν O. 13.106

    ἐθελήσαις ταῦτα νόῳ τιθέμεν P. 1.40

    κέρδει δὲ τί μάλα τοῦτο κερδαλέον τελέθει; P. 2.78

    ἀλλ' οὐδὲ ταῦτα νόον ἰαίνει φθονερῶν P. 2.89

    κοὔ με πονεῖ τεὸν οἶκον ταῦτα πορσύνοντ' ἄγανP. 4.151 ταῦτά μοι θαυμαστὸς ὄνειρος ἰὼν φωνεῖP. 4.163 τὶν δὲ τούτων ἐξυφαίνονται χάριτες (n.) P. 4.275

    ἔχει συγγενὴς ὀφθαλμὸς αἰδοιότατον γέρας τεᾷ τοῦτο μειγνύμενον φρενί P. 5.19

    καὶ γάρ σε ἔτραπε μείλιχος ὀργὰ παρφάμεν τοῦτον λόγονP. 9.43 ταύτᾳ πόσις ἵκεο βᾶσσαν τάνδεP. 9.51 ὁ μέν που τεοῖς τε μήδεσι τοῦτ' ἔπραξεν (i. e. the victory, v. 9) P. 10.11

    εὔθυν' ἐπὶ τοῦτον, ἄγε, Μοῖσα, οὖρον ἐπέων εὐκλέα N. 6.28

    καὶ ταῦτα μὲν παλαιότεροι ὁδὸν ἀμαξιτὸν εὗρον (Pauw: ταύταν codd.) N. 6.53 ἔστι σοι τούτων λάχοςN. 10.85

    ταῦτα, Νικάσιππ, ἀπόνειμον I. 2.47

    ταῦτ' ἄρα οἱ φαμένῳ I. 6.49

    ταῦτα καὶ μακάρων ἐμέμναντ' ἀγοραί I. 8.26

    ταῦτα θεοῖσι μὲν πιθεῖν σοφοὺς δυνατόν Pae. 6.51

    πρέπει δ' ἐσλοῖσιν ὑμνεῖσθαι καλλίσταις ἀοιδαῖς. τοῦτο γὰρ ἀθανάτοις τιμαῖς ποτιψαύει μόνον fr. 121. 3. τί ἔρδων φίλος σοί τε εἴην, τοῦτ' αἴτημί σε fr. 155. 3.
    b such as this (that I have mentioned)

    ἧν Τάνταλος οὗτος O. 1.55

    καὶ Νεμέᾳ γὰρ ὁμῶς ἐρέω ταύταν χάριν O. 8.57

    εὔχομαί νιν Ὀλυμπίᾳ τοῦτο δόμεν γέρας ἔπι Βάττου γένει P. 5.124

    πεῖραν μὲν ἀγάνορα Φοινικοστόλων ἐγχέων ταύταν θανάτου πέρι καὶ ζωᾶς ἀναβάλλομαι ὡς πόρσιστα N. 9.29

    cf. “ οὗτος ἐγὼ ταχυτᾶτι” i. e. such as you have seen O. 4.24
    2 prospective, (cf. ὅδε 2.)

    στέφανοι πράσσοντί με τοῦτο θεόδματον χρέος, φόρμιγγά τε ποικιλόγαρυν καὶ βοὰν αὐλῶν ἐπέων τε θέσιν συμμεῖξαι O. 3.7

    εὐδαίμων δὲ καὶ ὑμνητὸς οὗτος ἀνὴρ γίνεται σοφοῖς, ὃς ἂν ἕλῃ P. 10.22

    ἀλλ' ἔσται χρόνος οὗτος, ὃ καί τιν ἀελπτίᾳ βαλὼν ἔμπαλιν γνώμας τὸ μὲν δώσει, τὸ δ οὔπω P. 12.31

    λεγόμενον δὲ τοῦτο προτέρων ἔπος ἔχω N. 3.52

    pro subs.,

    τοῦτο δ' ἀμάχανον εὑρεῖν· ὅτι νῦν O. 7.25

    Ἰξίονα φαντὶ ταῦτα βροτοῖς λέγειν P. 2.21

    φαντὶ δ' ἔμμεν τοῦτ ἀνιαρότατον καλὰ γινώσκοντ ἀνάγκᾳ ἐκτὸς ἔχειν πόδα P. 4.288

    καὶ ἔν τε θεοῖς τοῦτο κἀνθρώποις ὁμῶς αἰδέοντ' ἀμφανδὸν ἁδείαις τυχεῖν τὸ πρῶτον εὐνᾶςP. 9.40

    τοῦτο γὰρ ἀθάνατον φωνᾶεν ἕρπει, εἴ τις εὖ εἴπῃ τι I. 4.40

    τοῦτό γέ οἱ ἐρέω fr. 42. 2.

    εἰ χρεὼν τοῦθ' κοινὸν εὔξασθαι ἔπος P. 3.2

    3 = ὅδε, this (here, before you)

    ἐς ταύταν ἑορτὰν O. 3.34

    παντᾷ ἀγγελίαν πέμψω ταύταν i. e. this hymn O. 9.25 τοῦτο δὲ προσφέρων ἄεθλον (τὸν ὕμνον Σ.) O. 9.108

    ἄγγελος ἔβαν, πέμπτον ἐπὶ εἴκοσι τοῦτο γαρύων εὖχος ἀγώνων ἄπο N. 6.58

    ὦ Θρασύβουλ, ἐρατᾶν ὄχημ' ἀοιδᾶν τοῦτό τοι πέμπω μεταδόρπιον fr. 124. 2. “τοῦτ' ἔργον βασιλεύς, ἐμοὶ τελέσαιςP. 4.229 οὗτος ἐγὼ ταχυτᾶτι” (i. e. τοιοῦτος) O. 4.24 οὔ τί που οὗτος ἈπόλλωνP. 4.87
    4 referring to time. εἴη σέ τε τοῦτον ὑψοῦ χρόνον πατεῖν, ἐμέ τε τοσσάδε νικαφόροις ὁμιλεῖν (τοῦτον, ὃν ζῶμεν Σ.) O. 1.115
    5 fragg. ]σα τουτο[ Πα. 13. d. 2. ]ν τοῦτο βαλλεμ[ Πα. 17. a. 7.

    τοτ ἐναυ[ Pae. 21.5

    ἀλκὰν Ἀχελωίου κρανίον τοῦτο ζάθε[ον Pae. 21.10

    τουτ.νπο[ Pae. 21.22

    ]ν ὀρθαί τε β[ουλ]αὶ τοῦτον[ Θρ. 4. 16.

    Lexicon to Pindar > οὗτος

  • 3 ἐξυφαίνω

    a weave to an end met.

    τὶν δὲ τούτων ἐξυφαίνονται χάριτες P. 4.275

    b weave out, create met.

    ἐξύφαινε, γλυκεῖα, καὶ τόδ' αὐτίκα, φόρμιγξ, Λυδίᾳ σὺν ἁρμονίᾳ μέλος N. 4.44

    Lexicon to Pindar > ἐξυφαίνω

Поделиться ссылкой на выделенное

Прямая ссылка:
Нажмите правой клавишей мыши и выберите «Копировать ссылку»